Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.394 Joseph. AJ 15.400 (English) >>Joseph. AJ 15.405

15.398τοῦτον πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατʼ ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος, 15.399ὥστʼ ἄπειρον εἶναι τό τε μέγεθος τῆς δομῆς καὶ τὸ ὕψος τετραγώνου γεγενημένης, ὡς τὰ μὲν μεγέθη τῶν λίθων ἀπὸ μετώπου κατὰ τὴν ἐπιφάνειαν ὁρᾶσθαι, τὰ δʼ ἐντὸς σιδήρῳ διησφαλισμένα συνέχειν τὰς ἁρμογὰς ἀκινήτους τῷ παντὶ χρόνῳ. 15.400τῆς δʼ ἐργασίας οὕτω συναπτούσης εἰς ἄκρον τὸν λόφον ἀπεργασάμενος αὐτοῦ τὴν κορυφὴν καὶ τὰ κοῖλα τῶν περὶ τὸ τεῖχος ἐμπλήσας ἰσόπεδον τοῖς κατὰ τὴν ἐπιφάνειαν τὴν ἄνω καὶ λεῖον ἐποίησεν. τοῦτʼ ἦν τὸ πᾶν περίβολος τεττάρων σταδίων τὸν κύκλον ἔχων, ἑκάστης γωνίας στάδιον μῆκος ἀπολαμβανούσης. 15.401ἐνδοτέρω δὲ τούτου καὶ παρʼ αὐτὴν τὴν ἄκραν ἄλλο τεῖχος ἄνω λίθινον περιθεῖ, κατὰ μὲν ἑῴαν ῥάχιν ἰσομήκη τῷ τείχει στοὰν ἔχον διπλῆν, ἐν μέσῳ τοῦ νεὼ τετυχηκότος ἀφορῶσαν εἰς τὰς θύρας αὐτοῦ. 15.402ταύτην πολλοὶ βασιλεῖς οἱ πρόσθεν κατεσκεύασαν. τοῦ δʼ ἱεροῦ παντὸς ἦν ἐν κύκλῳ πεπηγμένα σκῦλα βαρβαρικά, καὶ ταῦτα πάντα βασιλεὺς Ἡρώδης ἀνέθηκεν προσθεὶς ὅσα καὶ τῶν Ἀράβων ἔλαβεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.394 Joseph. AJ 15.400 (English) >>Joseph. AJ 15.405

Powered by PhiloLogic